Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.273 Joseph. AJ 5.278 (English) >>Joseph. AJ 5.283

5.276

Μανώχης τις Δανιτῶν ἐν ὀλίγοις ἄριστος καὶ τῆς πατρίδος ὁμολογούμενος πρῶτος εἶχε γύναιον ἐπʼ εὐμορφίᾳ περίβλεπτον καὶ τῶν κατʼ αὐτὸ διαφέρον. παίδων δʼ οὐ γινομένων αὐτῷ δυσφορῶν ἐπὶ τῇ ἀπαιδίᾳ θεὸν ἱκέτευεν ἐπὶ τὸ προάστειον συνεχῶς φοιτῶν μετὰ τῆς γυναικὸς δοῦναι διαδοχὴν αὐτοῖς γνησίαν· μέγα δέ ἐστι τοῦτο πεδίον. 5.277ἦν δὲ καὶ μανιώδης ὑπʼ ἔρωτος ἐπὶ τῇ γυναικὶ καὶ διὰ τοῦτο ζηλότυπος ἀκρατῶς. μονωθείσῃ δὲ τῇ γυναικὶ φάντασμα ἐπιφαίνεται τοῦ θεοῦ νεανίᾳ καλῷ παραπλήσιον μεγάλῳ καὶ εὐαγγελιζόμενον αὐτῇ παιδὸς γονὴν κατὰ θεοῦ πρόνοιαν καλοῦ τε καὶ ῥώμην ἐπιφανοῦς, ὑφʼ πονήσειν Παλαιστίνους ἀνδρουμένῳ. 5.278παρῄνει τε τὰς κόμας αὐτῷ μὴ ἀποκείρειν· ἔσται δʼ αὐτῷ πρὸς ἄλλο μὲν ποτὸν ἀποστροφὴ τοῦ θεοῦ τοῦτο προστάσσοντος, πρὸς ὕδωρ δὲ μόνον οἰκειότης”. καὶ μὲν ταῦτʼ εἰπὼν ᾤχετο κατὰ βούλησιν ἐλθὼν τοῦ θεοῦ. 5.279

δὲ τἀνδρὶ παραγενομένῳ τὰ παρὰ τοῦ ἀγγέλου ἐκδιηγήσατο ἐκθαυμάζουσα τοῦ νεανίσκου τὸ κάλλος καὶ τὸ μέγεθος, ὡς ἐκεῖνον ἐκ τῶν ἐπαίνων εἰς ἔκπληξιν κατὰ ζηλοτυπίαν περιστῆναι καὶ ὑπόνοιαν τὴν ἐκ τοιούτου πάθους κινουμένην. 5.280 δὲ βουλομένη τὴν ἄλογον τἀνδρὸς λύπην σταλῆναι τὸν θεὸν ἱκέτευε πάλιν πέμψαι τὸν ἄγγελον, ὡς ἂν καὶ τῷ ἀνδρὶ αὐτῆς ὁραθείη. καὶ παραγίνεται πάλιν κατὰ χάριν τοῦ θεοῦ ἄγγελος ὄντων ἐν τῷ προαστείῳ καὶ τῇ γυναικὶ φαίνεται τοῦ ἀνδρὸς μεμονωμένῃ. δʼ ἐπιμεῖναι δεηθεῖσα ὡς ἂν ἀγάγοι τὸν ἄνδρα συγχωρήσαντος μέτεισι τὸν Μάνωχον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.273 Joseph. AJ 5.278 (English) >>Joseph. AJ 5.283

Powered by PhiloLogic